Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.206 Joseph. AJ 15.211 (English) >>Joseph. AJ 15.216

15.209

μὲν γὰρ ἐπὶ μεγάλοις οἷς παρʼ ἐλπίδας εὐτυχήκει καταπεπλευκὼς πρώτῃ μέν, ὡς εἰκός, τῇ γυναικὶ περὶ τούτων εὐηγγελίζετο, μόνην δὲ ἐκ πάντων διὰ τὸν ἔρωτα καὶ τὴν οὖσαν αὐτῷ συνήθειαν προτιμῶν ἠσπάζετο. 15.210τῇ δʼ οὔτε τὰς εὐημερίας διηγουμένου χαίρειν μᾶλλον χαλεπῶς φέρειν συνέβαινεν οὔτʼ ἐπικρύπτεσθαι τὸ πάθος δυνατὸν ἦν. ἀλλʼ ὑπʼ ἀδοξίας καὶ τῆς περιούσης εὐγενείας πρὸς μὲν τοὺς ἀσπασμοὺς ἀνέστενεν, τοῖς δὲ διηγήμασιν ἄχθεσθαι μᾶλλον συγχαίρειν ἐνέφαινεν, ὡς οὐχ ὕποπτα μόνον ἀλλὰ καὶ καταφανῆ γινόμενα τὸν Ἡρώδην ἐπιταράττειν. 15.211ἠδημόνει μὲν γὰρ ὁρῶν τὸ παράλογον τῆς γυναικὸς εἰς αὐτὸν μῖσος οὐκ ἀποκεκρυμμένον, ἤχθετο δὲ τῷ πράγματι καὶ τὸν ἔρωτα φέρειν ἀδυνατῶν ταῖς τε ὀργαῖς καὶ ταῖς διαλλαγαῖς οὐκ ἐνέμενεν, ἀεὶ δὲ ἀπὸ θατέρου μεταβαίνων εἰς θάτερον ἐφʼ ἑκατέρῳ πολλὴν εἶχεν ἀπορίαν. 15.212οὕτως οὖν ἐν μέσῳ τοῦ στυγεῖν καὶ στέργειν ἀποληφθεὶς καὶ πολλάκις ἕτοιμος ὢν ἀμύνασθαι τῆς ὑπερηφανίας αὐτὴν διὰ τὸ προκατειλῆφθαι τὴν ψυχὴν ἀσθενέστερος εἰς τὸ μεταστήσασθαι τὴν ἄνθρωπον ἐγίνετο. τὸ δὲ σύμπαν ἡδέως ἂν ἐκείνην κολάσας ἐδεδοίκει, μὴ λάθοι μείζονα παρʼ αὐτοῦ τὴν τιμωρίαν ἀποθανούσης εἰσπραττόμενος. 15.213

Συνιδοῦσαι δʼ οὕτως αὐτὸν ἔχοντα πρὸς τὴν Μαριάμμην τε ἀδελφὴ καὶ μήτηρ κάλλιστον ᾠήθησαν τὸν καιρὸν τοῦ πρὸς ἐκείνην μίσους εἰληφέναι καὶ διελάλουν οὐ μικρῶς παροξύνουσαι τὸν Ἡρώδην διαβολαῖς μῖσος ὁμοῦ καὶ ζηλοτυπίαν ἐμποιεῖν δυνησομέναις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.206 Joseph. AJ 15.211 (English) >>Joseph. AJ 15.216

Powered by PhiloLogic